Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.305 Joseph. AJ 1.309 (English) >>Joseph. AJ 1.313

1.307Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι διʼ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δʼ οὐ πειθομένης, ἀρκεῖσθαι δʼ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρʼ αὐτῇ κατʼ ἐκείνην τὴν ἑσπέραν. 1.308τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δʼ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός· προσθήκην γενησομένου τινὸς δηλοῖ. 1.309

Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δʼ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δʼ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. 1.310τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.305 Joseph. AJ 1.309 (English) >>Joseph. AJ 1.313

Powered by PhiloLogic